Παρασκευή 20 Απριλίου 2012

Ἂν Σίμων ἦς Κυρηναῖος...


Ἂν Σίμων ἦς Κυρηναῖος͵ τὸν σταυρὸν ἆρον καὶ ἀκολούθησον. 
Ἂν συσταυρωθῇς ὡς λῃστής͵ ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον· εἰ κἀκεῖνος μετὰ ἀνόμων ἐλογίσθη διὰ σὲ καὶ τὴν σὴν ἁμαρτίαν͵ σὺ γενοῦ δι΄ ἐκεῖνον ἔννομος. 
Προσκύνησον τὸν διὰ σὲ κρεμασθέντα καὶ κρεμάμενος κέρδανόν τι καὶ παρὰ τῆς κακίας· ὤμνησαι τῷ θανάτῳ τὴν σωτηρίαν· εἰς τὸν παράδεισον εἴσελθε μετὰ Ἰησοῦ͵ ὥστε μαθεῖν ὧν ἐκπέπτωκας· 
Τὰ ἐκεῖ κάλλη θεώρησον· τὸν γογγυστὴν ἄφες ἀποθανεῖν ἔξω͵ μετὰ τῆς βλασφημίας. 
Κἂν Ἰωσὴφ ᾖς ὁ ἀπὸ Ἀριμαθαίας͵ αἴτησαι τὸ σῶμα παρὰ τοῦ σταυροῦντος· σὸν γενέσθω τὸ τοῦ κόσμου καθάρσιον. 
Κἂν Νικόδημος ᾖς͵ ὁ νυκτερινὸς θεοσεβής͵ μύροις αὐτὸν ἐνταφίασον. 
Κἂν Μαρία τις ᾖς κἂν ἡ ἄλλη Μαρία κἂν Σαλώμη κἂν Ἰωάννα͵ δάκρυσον ὀρθρία. Ἴδε πρώτη τὸν λίθον ἡρμένον͵ τυχὸν δὲ καὶ τοὺς ἀγγέλους καὶ Ἰησοῦν αὐτόν. Φθέγξαι τι· φωνῆς ἄκουσον. Ἂν ἀκούσῃς, Μή μου ἅπτου͵ πόῤῥω στῆθι͵ σεβάσθητι τὸν Λόγον͵ ἀλλὰ μὴ λυπηθῇς. Οἶδε γὰρ οἷς ὀφθῇ πρῶτον.

Ἐγκαίνισον τὴν ἀνάστασιν· τῇ Εὔᾳ βοήθησον͵ τῇ πρώτῃ πεσούσῃ͵ τῇ πρώτῃ Χριστὸν ἀσπάσασθαι καὶ γνωρίσαι τοῖς μαθηταῖς. 
Γενοῦ Πέτρος ἢ Ἰωάννης· ἐπὶ τὸν τάφον ἐπείχθητι͵ ἀντιτρέχων͵ συντρέχων͵ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενος. Κἂν προληφθῇς τῷ τάχει͵ τῇ σπουδῇ νίκησον μὴ παρακύψας εἰς τὸ μνημεῖον͵ ἀλλ΄ ἔνδον γενόμενος. 
Κἂν ὡς Θωμᾶς ἀπολειφθῇς͵ τῶν μαθητῶν συνηγμένων͵ οἷς Χριστὸς ἐμφανίζεται͵ ὅταν ἴδῃς͵ μὴ ἀπιστήσῃς· κἂν ἀπιστήσῃς͵ τοῖς λέγουσι πίστευσον· εἰ δὲ μηδὲ τούτοις͵ τοῖς τύποις τῶν ἥλων πιστώθητι. 
Ἂν εἰς ᾅδου κατίῃ͵ συγκάτελθε. Γνῶθι καὶ τὰ ἐκεῖσε τοῦ Χριστοῦ μυστήρια͵ τίς ἡ οἰκονομία τῆς διπλῆς καταβάσεως͵ τίς ὁ λόγος· ἁπλῶς σώζει πάντας ἐπιφανεὶς ἢ κακεῖ τοὺς πιστεύοντας.

Κἂν εἰς οὐρανοὺς ἀνίῃ͵ συνάνελθε· γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων ἢ τῶν δεχομένων. Ἀρθῆναι ταῖς πύλαις διακέλευσαι͵ ὑψηλοτέραις γενέσθαι͵ ἵν΄ ἐκ τοῦ παθεῖν ὑψηλότερον δέξωνται. Ἀπόκριναι τοῖς ἀποροῦσι διὰ τὸ σῶμα καὶ τὰ τοῦ Πάθους σύμβολα͵ οἷς μὴ κατελθὼν συνανέρχεται καὶ διὰ τοῦτο πυνθανομένοις· 
Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; ὅτι Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πᾶσί τε οἷς ἀεὶ πεποίηκε καὶ ποιεῖ καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος· καὶ δὸς τῷ διπλῷ τῆς ἐρωτήσεως διπλῆν τὴν ἀπόκρισιν. 
Κἂν θαυμάζωσι͵ λέγοντες͵ κατὰ τὴν Ἡσαΐου δραματουργίαν· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ καὶ τῶν γηίνων; ἢ Πῶς ἐρυθρὰ τὰ ἱμάτια τοῦ ἀναίμου καὶ ἀσωμάτου͵ ὡς ληνοβάτου͵ καὶ πλήρη ληνὸν πατήσαντος; προβαλοῦ τὸ ὡραῖον τῆς στολῆς τοῦ πεπονθότος σώματος͵ τῷ Πάθει καλλωπισθέντος καὶ τῇ Θεότητι λαμπρυνθέντος͵ ἧς οὐδὲν ἐρασμιώτερον͵ οὐδὲ ὡραιότερον.

Γρηγορίου Θεολόγου, Λόγος ΜΕ' Εις το Άγιον Πάσχα

Δεν υπάρχουν σχόλια: